Ζώσιμος,
αλχημεία [μέρος 3]/ Zosimo, alchimia [parte 3]
[η φωτογραφία προέρχεται από την ακόλουθη
ιστοσελίδα : http://theatrecomments.weebly.com/iotasigmatauomicronrh o943alpha--piomicronlambdaiotatauiotasigmamu972sigmaf-write/9333179]
Ζώσιμος,
αλχημεία/ Zosimo, alchimia
Καὶ βλέψαι τὸν πίνακα ὃν καὶ Βίτος γράψας, καὶ ὁ τρίσμεγας Πλάτων καὶ ὁ
μυριόμεγας Ἑρμῆς, ὅτι Θώυθος ἑρμηνεύεται τῇ ἱερατικῇ πρώτῃ φωνῇ ὁ πρῶτος ἄνθρω πος, ἑρμηνεὺς πάντων τῶν ὄντων καὶ ὀνοματοποιὸς πάντων τῶν σωματικῶν. Οἱ δὲ Χαλδαῖοι καὶ Πάρθοι καὶ Μῆδοι καὶ Ἑβραῖοι καλοῦσιν αὐτὸν Ἀδάμ, ᾧ ἐστιν ἑρμηνεία γῆ παρθένος καὶ γῆ αἱματώδης καὶ γῆ πυρρὰ καὶ γῆ σαρκίνη. Ταῦτα δὲ ἐν ταῖς βιβλιοθήκαις τῶν Πτολεμαίων ηὕρηνται ὧν ἀπέθεντο εἰς ἕκαστον ἱερόν, μάλιστα τῷ Σαραπείῳ, ὅτε παρεκάλεσεν Ἀσενᾶν τὸν ἀρχιερέα Ἱεροσολύμων πέμψαντα Ἑρμῆν ὃς ἡρμήνευσε πᾶσαν τὴν Ἑβραΐδα Ἑλληνιστὶ καὶ Αἰγυπτιστί.
μυριόμεγας Ἑρμῆς, ὅτι Θώυθος ἑρμηνεύεται τῇ ἱερατικῇ πρώτῃ φωνῇ ὁ πρῶτος ἄνθρω πος, ἑρμηνεὺς πάντων τῶν ὄντων καὶ ὀνοματοποιὸς πάντων τῶν σωματικῶν. Οἱ δὲ Χαλδαῖοι καὶ Πάρθοι καὶ Μῆδοι καὶ Ἑβραῖοι καλοῦσιν αὐτὸν Ἀδάμ, ᾧ ἐστιν ἑρμηνεία γῆ παρθένος καὶ γῆ αἱματώδης καὶ γῆ πυρρὰ καὶ γῆ σαρκίνη. Ταῦτα δὲ ἐν ταῖς βιβλιοθήκαις τῶν Πτολεμαίων ηὕρηνται ὧν ἀπέθεντο εἰς ἕκαστον ἱερόν, μάλιστα τῷ Σαραπείῳ, ὅτε παρεκάλεσεν Ἀσενᾶν τὸν ἀρχιερέα Ἱεροσολύμων πέμψαντα Ἑρμῆν ὃς ἡρμήνευσε πᾶσαν τὴν Ἑβραΐδα Ἑλληνιστὶ καὶ Αἰγυπτιστί.
Οὕτως οὖν καλεῖται ὁ πρῶτος ἄνθρωπος ὁ παρ' ἡμῖν Θωὺθ καὶ παρ' ἐκείνοις Ἀδάμ· τῇ τῶν ἀγγέλων φωνῇ αὐτὸν καλέσαντες, οὐ μὴν δὲ ἀλλὰ καὶ συμβολικῶς διὰ τεσσάρων στοιχείων ἐκ πάσης τῆς σφαίρας αὐτὸν εἰπόντες κατὰ τὸ σῶμα. Τὸ γὰρ ἄλφα αὐτοῦ στοιχεῖον ἀνατολὴν δηλοῖ, τὸν ἀέρα· τὸ δὲ δέλτα αὐτοῦ στοιχεῖον δύσιν δηλοῖ, τὴν γῆν, τὴν κάτω δύσασαν διὰ τὸ βάρος· τὸ δὲ μῦ στοιχεῖον μεσημβρίαν δηλοῖ, τὸ μέσον τούτων τῶν σωμάτων πεπαντικὸν πῦρ τὸ εἰς τὴν μέσην τετάρτην ζώνην.
Οὕτως οὖν ὁ σάρκινος Ἀδὰμ κατὰ τὴν φαινομένην περίπλασιν Θωὺθ καλεῖται· ὁ δὲ ἔσω αὐτοῦ ἄνθρωπος ὁ πνευματικὸς καὶ κύριον ἔχει ὄνομα καὶ προσηγορικόν. Τὸ μὲν οὖν κύριον ἀγνοῶν διὰ τὸ τέως· μόνος γὰρ Νικόθεος ὁ ἀνεύρετος ταῦτα οἶδεν. Τὸ δὲ προσηγορικὸν αὐτοῦ ὄνομα Φως καλεῖται, ἀφ' οὗ καὶ φῶτας παρηκο λούθησε λέγεσθαι τοὺς ἀνθρώπους. Ὅτε ἦν Φως ἐν τῷ παραδείσῳ διαπνεόμενος ὑπὸ τῆς εἱμαρμένης, ἔπεισαν αὐτὸν ὡς ἄκακον καὶ ἀνενέργη τον ἐνδύσασθαι τὸν παρ' αὐτῶν Ἀδάμ, τὸν ἐκ τῆς εἱμαρμένης, τὸν ἐκ τῶν τεσσάρων στοιχείων. Ὁ δὲ διὰ τὸ ἄκακον οὐκ ἀπεστράφη· οἱ δὲ ἐκαυχῶντο ὡς δεδουλα γωγημένου αὐτοῦ. Τὸν ἔξω ἄνθρωπον δεσμόν, εἶπεν ὁ Ἡσίοδος, ᾧ ἔδησεν ὁ Ζεὺς τὸν Προμηθέα. Εἶτα μετὰ τὸν δεσμὸν ἄλλον αὐτῷ δεσμὸν ἐπιπέμπει τὴν Πανδώραν ἣν οἱ Ἑβραῖοι καλοῦσιν Εὔαν. Ὁ γὰρ Προμηθεὺς καὶ Ἐπιμη θεὺς εἷς ἄνθρωπός ἐστι κατὰ τὸν ἀλληγορικὸν λόγον, τοῦτ' ἔστι ψυχὴ καὶ σῶμα· καὶ ποτὲ μὲν ψυχῆς ἔχει εἰκόνα ὁ Προμηθεύς, ποτὲ δὲ νοός, ποτὲ δὲ σαρκὸς διὰ τὴν παρακοὴν τοῦ Ἐπιμηθέως ἣν παρήκουσεν τοῦ Προμηθέως τοῦ ἰδίου νοῦ. Φησὶ γὰρ ὁ νοῦς ἡμῶν· ὁ δὲ υἱὸς τοῦ θεοῦ πάντα δυνάμενος καὶ πάντα γινόμενος, ὅτε θέλει, ὡς θέλει, φαίνει ἑκάστῳ.
Του αυτού, Ζωσίμου «Περί
οργάνων και καμίνων γνήσια υπομνήματα περί του Ω στοιχείου»
Τὸ Ω στοιχεῖον στρογγύλον τὸ διμερὲς, τὸ ἀνῆκον τῇ ἑβδόμῃ Κρόνου ζώνῃ, κατὰ τὴν ἔνσωμον φράσιν· κατὰ γὰρ τὴν ἀσώματον ἄλλο τί ἐστιν ἀνερμήνευτον. Ὁ μόνος Νικόθεοσ κεκρυμμένος οἶδεν· κατὰ δὲ τὴν ἔνσωμον τὸ λεγόμενον ὠκεανὸς, θεῶν, φησὶ, πάντων γένεσις καὶ σπορὰ, καθάπερ, φησὶν, αἱ μοναρχικαὶ τῆς ἐνσώμου φράσεως. Τὸ δὲ λεγόμενον μέγα καὶ θαυμαστὸν Ω στοιχεῖον περιέχει τὸν περὶ ὀργά νων ὕδατος θείου λόγον, καὶ καμίνων πασῶν μηχανικῶν καὶ ἁπλῶν καὶ ἁπλῶς πασῶν.
Ζώσιμοσ Θεοσεβείῃ ευηειαει. Αἱ καιρικαὶ καταβαφαὶ, ὦ γῦναι, εἰς χλευασμὸν ἐποίησαν τὴν περὶ καμίνων βίβλον. Πολλοὶ γὰρ εὐμένειαν ἐσχηκότες παρὰ τοῦ ἰδίου δαιμονίου, ἐπιτυγχάνειν τῶν καιρι κῶν ἐχλεύασαν, καὶ τὴν περὶ καμίνων καὶ ὀργάνων βίβλον ὡς οὐκ οὖσαν ἀληθῆ. Καὶ οὐδεὶς λόγος αὐτοὺς ἀποδεικτικὸς ἔπεισεν ὅτι ἀλήθειά ἐστιν, εἰ μὴ αὐτὸς ὁ ἴδιος αὐτῶν δαίμων, κατὰ τοὺς χρόνους τῆς αὐτῶν εἱμαρμένης μεταβληθεὶς, παραλαβόντος αὐτοῦ, κακοποιοῦ δὲ εἰπεῖν· καὶ τῆς τέχνης καὶ τῆς εὐδαιμονίας αὐτῶν πάσης κωλυ- θείσης, καὶ ἐφ' ἑκάτερα τραπέντων τῶν αὐτῶν τύχῃ ῥημάτων, μόλις ἐκ τῶν ἐναργῶν τῆς εἱμαρμένης αὐτῶν ἀποδείξεων, ὡμολόγησαν εἶναί τι, καὶ μετ' ἐκείνων ὧν πρότερον ἐφρόνουν. Ἀλλ' οἱ τοιοῦτοι οὐκ ἀποδεκτέοι οὔτε παρὰ Θεῷ οὔτε φιλοσόφοις ἀνθρώποις· πάλιν γὰρ τῶν χρόνων σχηματισθέντων κατὰ τοὺς λεπτοὺς χρόνους, καλῶς καὶ τοῦ δαιμονίου σωματικῶς αὐτοὺς εὐεργετοῦντος, πάλιν μεταβάλλεται ἐφ' ἑτέραν ὁμολογίαν, τῶν προτέρων ἐναργῶν πραγμάτων πάντων λελησμένοι, πάντοτε τῇ εἱμαρμένῃ ἀκολουθοῦντες, καὶ εἰς τὰς λεγο μένας καὶ εἰς τὰ ἐναντία, μηδὲν ἕτερον τῶν σωματικῶν φανταζόμενοι, ἀλλὰ τὴν εἱμαρμένην. Τοὺς τοιούτους δὲ ἀνθρώπους ὁ Ἑρμῆσ ἐν τῷ περὶ φύσεων ἐκάλει ἄνοας, τῆς εἱμαρμένης μόνους ὄντας πομπὰς, μηδὲν τῶν ἀσωμάτων φανταζομένους, μήτε αὐτὴν τὴν εἱμαρμένην τοὺς αὐτοὺς ἄγουσαν δικαίως, ἀλλὰ τοὺς δυσφημοῦντας αὐτῆς τὰ σωμα τικὰ παιδευτήρια, καὶ τῶν εὐδαιμόνων αὐτῆς ἐκτὸς, ἄλλο φανταζο μένους.
Ὁ δὲ Ἑρμῆσ καὶ ὁ Ζωροάστρησ τὸ φιλοσόφων γένος ἀνώ τερον τῆς εἱμαρμένης εἶπον, τῷ μήτε τῇ εὐδαιμονίᾳ αὐτῆς χαίρειν, ἡδονῶν γὰρ κρατοῦσι, μήτε τοῖς κακοῖς αὐτῆς βάλλεσθαι, πάντοτε ἐναυλίαν ἄγοντες, μήτε τὰ καλὰ δῶρα παρ' αὐτῆς καταδεχόμενοι, ἐπείπερ εἰς πέρας κακῶν βλέπουσιν. Διὰ τοῦτο καὶ ὁ Ἡσίοδοσ τὸν Προμηθέα εἰσάγει τῷ Ἐπιμηθεῖ παραγγέλλοντα· τίνα οἴονται οἱ ἄνθρωποι πασῶν μείζονα εὐδαιμονίαν; γυναῖκα εὔμορφον, φησὶ, σὺν πλούτῳ πολλῷ, καί φησι· μήτε δῶρον δέξασθαι παρὰ Ζηνὸς Ὀλυμπίου, ἀλλ' ἀποπέμπειν ἐξοπίσω, διδάσκων τὸν ἴδιον ἀδελφὸν διὰ φιλοσοφίας ἀποπέμπειν τὰ τοῦ Διὸς, τουτέστι τῆς εἱμαρμένης δῶρα. Ζωροάστρησ δὲ εἰδήσει τῶν ἄνω πάντων καὶ μαγείᾳ αὐχῶν, τῆς ἐνσώμου φράσεως φάσκει ἀποστρέφεσθαι πάντα τῆς εἱμαρ- μένης τὰ κακὰ, καὶ μερικὰ καὶ καθολικά. Ὁ μέντοι Ἑρμῆσ ἐν τῷ περὶ ἀναυλίας διαβάλλει καὶ τὴν μαγείαν, λέγων ὅτι οὐ δεῖ τὸν πνευ ματικὸν ἄνθρωπον τὸν ἐπιγνῶντα ἑαυτὸν, οὔτε διὰ μαγείας καθορ θοῦν τι, ἐὰν καὶ καλὸν νομίζηται, μηδὲ βιάζεσθαι τὴν ἀνάγκην, ἀλλ' ἐᾶν ὡς ἔχει φύσεως καὶ κρίσεως· πορεύεσθαι δὲ διὰ μόνου τοῦ ζητεῖν, ἑαυτὸν καὶ θεὸν ἐπιγνῶντα, κρατεῖν τὴν ἀκατονόμαστον τρι άδα· καὶ ἐᾶν τὴν εἱμαρμένην ὃ θέλει ποιεῖν, τῷ ἐᾶν τῇ σπηλῷ, τουτέστιν τῷ σώματι. Καὶ οὕτως φησί· Νοήσας καὶ πολιτευσά μενος θεάσῃ τὸν Θεοῦ υἱὸν, πάντα γινόμενον τῶν ὁσίων ψυχῶν ἕνε κεν· ἵνα αὐτὴν ἐκσπάσῃ ἐκ τοῦ χώρου τῆς εἱμαρμένης ἐπὶ τὸν ἀσώματον, ὅρα αὐτὸν γινόμενον πάντα, θεὸν, ἄγγελον, ἄνθρωπον παθη τόν· πάντα γὰρ δυνάμενος πάντα ὅσα θέλει γίνεται, καὶ πατρὶ ὑπα κούει διὰ παντὸς σώματος διήκων, φωτίζων τὸν ἑκάστης νοῦν, εἰς τὸν εὐδαίμονα χῶρον ἀνώρμησεν, ὅπουπερ ἦν καὶ πρὸ τοῦ τὸ σωμα τικὸν γενέσθαι, αὐτῷ ἀκολουθοῦντα καὶ ὑπ' αὐτοῦ ὀρεγόμενον καὶ ὁδηγούμενον εἰς ἐκεῖνο τὸ φῶς.
Καὶ βλέψαι τὸν πίνακα ὃν Κέβητοσ γράψας, καὶ ὁ τρίς μεγας Πλάτων, καὶ ὁ μυριόμεγας Ἑρμῆς, ὅτι Θώυθοσ ἑρμη νεύεται τῇ ἱερατικῇ πρώτῃ φωνῇ, ὁ πρῶτος ἄνθρωπος ἑρμηνεὺς πάντων τῶν ὄντων, καὶ ὀνοματοποιὸς πάντων τῶν σωματικῶν. Οἱ δὲ Χαλδαῖοι καὶ Πάρθοι καὶ Μῆδοι καὶ Ἑβραῖοι καλοῦσιν αὐτὸν Ἀδὰμ, ᾧ ἐστιν ἑρμηνεία γῆ παρθένος, καὶ γῆ αἱματώδης, καὶ γῆ πυρά, καὶ γῆ σαρκίνη. Ταῦτα δὲ ἐν ταῖς βιβλιο θήκαις τῶν Πτολεμαίων ηὕρηνται· ὃν ἀπέθεντο εἰς ἕκαστον ἱερὸν, μάλιστα τῷ Σαραπείῳ, ὅτε παρεκάλεσεν Ἀσενὰν τῶν ἀρχιεροσολύ μων πέμψαντα Ἑρμῆν ὃς εἱρμηνεύσε πᾶσαν τὴν Ἑβραΐδαἑλλη νιστὶ καὶ αἰγυπτιστί. Οὕτως οὖν καλεῖται ὁ πρῶτος ἄνθρωπος ὁ παρ' ἡμῖν Θωΰθ, καὶ παρ' ἐκείνοις Ἀδὰμ, τῇ τῶν ἀγγέλων φωνῇ αὐτὸν καλέσαντες. Οὐ μὴν δὲ ἀλλὰ καὶ συμβολικῶς διὰ τεσσάρων στοιχείων ἐκ πάσης τῆς σφαίρας αὐτὸν εἰπόντες κατὰ τὸ σῶμα. Τὸ γὰρ ἄλφα αὐτοῦ στοι χεῖον ἀνατολὴν δηλοῖ, τὸν ἀέρα· τὸ δὲ δέλτα αὐτοῦ στοιχεῖον δύσιν δηλοῖ τὴν κάτω καταδύσασαν διὰ τὸ βάρος· τὸ δὲ Μ στοιχεῖον μεσημβρίαν δηλοῖ, τὸ μέσον τούτων τῶν σωμάτων πεπαντικὸν πῦρ τὸ εἰς τὴν μέσην τετάρτην ζώνην. Οὕτως οὖν ὁ σάρκινος Ἀδὰμ κατὰ τὴν φαινομένην περίπλασιν Θωῢθ καλεῖται· ὁ δὲ ἔσω αὐτοῦ ἄνθρωπος ὁ πνευματικὸς, ὄνι καὶ κύρομα ἐχειον καὶ προσηγορικόν. Τὸ μὲν οὖν κύριον ἀγνοῶν διὰ τὸ τέως· μόνος γὰρ Νικόθεοσ ὁ ἀνεύρετος ταῦτα οἶδεν· τὸ δὲ προσηγορικὸν αὐτοῦ ὄνομα φῶς καλεῖται, ἀφ' οὗ καὶ φῶτας παρηκολούθησε λέγεσθαι τοὺς ἀνθρώπους. Ὅτε ἦν φῶς ἐν τῷ Παραδείσῳ διαπνεόμενος ὑπὸ τῆς εἱμαρ μένης, ἔπεισαν αὐτὸν ὡς ἄκακον καὶ ἀνενέργητον ἐνδύ σασθαι τὸν παρ' αὐτοῦ Ἀδὰμ, τὸν ἐκ τῆς εἱμαρμένης, τὸν ἐκ τῶν τεσσάρων στοιχείων. Ὁ δὲ διὰ τὸ ἄκακον οὐκ ἀπεστράφη. Εἰ δὲ ἐκαυχῶντο ὡς δεδουλαγωγημένου αὐτοῦ τὸν ἔξω ἄνθρωπον, δεσμὸν εἶπεν ὁ Ἡσίοδος, ὃν ἔδησεν ὁ Ζεὺς τὸν Προμηθέα. Εἶτα μετὰ τοῦτον τὸν δεσμὸν, ἄλλον αὐτῷ δεσμὸν ἐπιπέμπει τὴν Πανδώρην ἣν οἱ Ἑβραῖοι καλοῦσιν Εὔαν. Ὁ γὰρ Προμηθεὺς καὶ Ἐπιμηθεὺς εἷς ἄνθρωπός ἐστι κατὰ τὸν ἀλληγορικὸν λόγον, τουτέστι ψυχὴ καὶ σῶμα. Καὶ ποτὲ μὲν ψυχῆς ἔχει εἰκόνα ὁ Προμηθεὺς, ποτὲ δὲ νοός, ποτὲ δὲ σαρκὸς, διὰ τὴν παρακοὴν τοῦ Ἐπιμηθέως ἣν παρήκουσεν τοῦ Προμηθέως τοῦ ἰδίου ἀδελφοῦ· φησὶ γὰρ ὁ νοῦς ἡμῶν· ὁ δὲ υἱὸς τοῦ Θεοῦ πάντα δυνάμενος, καὶ πάντα γινόμενος, ὅτε θέλει, ὡς θέλει φαίνει ἑκάστῳ· Ἀδὰμ προσῆν Ἰησοῦς Χριστὸς ὃσ ἀνήνεγκεν, ὅπου καὶ τὸ πρότερον διῆγον φῶτες καλούμενοι. Ἐφάνη δὲ καὶ τοῖς πάνυ ἀδυνάτοις ἀνθρώποις, ἄνθρωπος γεγονὼς παθητὸς καὶ ῥαπιζόμενος, καὶ λάθρα τοὺς ἰδίους φῶτας συλήσας, ἅτε μηδὲν παθῶν, τὸν δὲ θάνατον δείξας καταπατεῖσθαι, καὶ ἐῶσθαι καὶ ἕως ἄρτι καὶ τοῦ τέλους τοῦ κόσμου τόποισι λάθρα, καὶ φανερὰ συλλῶν τοῖς ἑαυτοῦ, συμβουλεύων αὐτοῖς λάθρα καὶ διὰ τοῦ νοὸς αὐτῶν καταλλαγὴν ἔχειν τοῦ παρ' αὐτῶν Ἀδὰμ, κοπτομένου καὶ φονευομένου παρ' αὐτῶν τυφληγοροῦντος καὶ διαζηλουμένου τῷ πνευματικῷ καὶ φωτεινῷ ἀνθρώπῳ, τὸν ἑαυτῶν Ἀδὰμ ἀποκτείνουσι.
Ταῦτα δὲ γίνεται ἕως οὗ ἔλθῃ ὁ ἀντίμιμος δαίμων, δι' οὗ ζηλού μενος αὐτοῖς καὶ θέλων ὡς τὸ πρώην πλανῆσαι λέγων ἑαυτὸν υἱὸν Θεοῦ, ἄμορφος ὢν καὶ ψυχῇ καὶ σώματι. Οἱ δὲ φρονιμώτεροι γενόμενοι ἐκ τῆς καταλήψεως τοῦ ὄντως υἱοῦ τοῦ Θεοῦ, δίδουσιν αὐτῷ τὸν ἴδιον Ἀδὰμ εἰς φόνον τὰ ἑαυτῶν φωτεινὰ πνεύματα, σώζοντες ἴδιον χῶρον ὅπουπερ καὶ πρὸ κόσμου ἦσαν. Πρὶν ἢ δὲ ταῦτα τολμῆσαι, τὸν ἀντίμιμον, τὸν ζηλωτὴν, πρῶτον ἀποστέλλει αὑτοῦ πρόδρομον ἀπὸ τῆς Περσίδος, μυθοπλάνους λόγους λαλοῦντα, καὶ περὶ τὴν εἱμαρμένην ἄγοντα τοῦς ἀνθρώπους. Εἰσὶ δὲ τὰ στοιχεῖα τοῦ ὀνόματος αὐτοῦ ἐννέα, τῆς διφθόγγου σωζομένης, κατὰ τὸν τῆς εἱμαρμένης ὅρον. Εἶτα μετὰ περιόδους πλέον ἢ ἔλαττον ἑπτὰ, καὶ αὐτὸς ἑαυτῷ φύσει ἐλεύσεται. Καὶ ταῦτα μόνοι Ἑβραῖοι καὶ αἱ ἱεραὶ Ἑρμοῦ βίβλοι περὶ τοῦ φωτεινοῦ ἀνθρώπου καὶ τοῦ ὁδηγοῦ αὐτοῦ υἱοῦ Θεοῦ, καὶ τοῦ γηΐνου Ἀδὰμ, καὶ τοῦ ὁδηγοῦ αὐτοῦ ἀντιμίμου τοῦ δυσφημίᾳ λέγοντος ἑαυτὸν εἶναι υἱὸν Θεοῦ πλάνῃ. Οἱ δὲ Ἕλληνες καλοῦσιν γήϊον Ἀδὰμ Ἐπιμηθέα συμβουλευόμενον ὑπὸ τοῦ ἰδίου νοῦ, τουτέστι τοῦ ἀδελφοῦ αὐτοῦ μὴ λαβεῖν τὰ δῶρα τοῦ Διός. Ὅμως καὶ σφαλεὶς καὶ μετανοήσας καὶ τὸν εὐδαίμονα χῶρον ζητήσας, πάντα ἑρμηνεύει καὶ πάντα συμβου λεύει τοῖς ἔχουσιν ἀκοὰς νοεράς· οἱ δὲ τὰς σωματικὰς ἔχοντες μόνον ἀκοὰς τῆς εἱμαρμένης εἰσὶ, μηδὲν ἄλλο καταδεχόμενοι ἢ ὁμολο γοῦντες.
Ὅσοι τὰς καιρικὰς ποιοῦσι καταβαφὰσ εὐτυχοῦντες οὐδὲν ἕτερον λέγουσι, τῆς τέχνης χλευάζοντες, ἢ τὴν μεγάλην περὶ καμίνων βίβλον· καὶ οὐδὲ τὸν ποιητὴν κατανοοῦσι λέγοντα· ἀλλ' οὕπως ἅμα θεοὶ δόσαν ἀνθρώποισι καὶ τὰ ἑξῆς. Καὶ οὐδὲν ἐνθυμοῦνται οὔτε βλέπουσι τὰς τῶν ἀνθρώπων διαγωγὰς, ὅτι καὶ εἰς μίαν τέχνην ἄνθρωποι διαφόρως εὐτυχοῦσι, καὶ διαφόρως τὴν μίαν τέχνην ἐργάζονται, διὰ τὰ ἤθη καὶ διάφορα σχή ματα τῶν ἀστέρων μίαν τέχνην ποιεῖν. Καὶ τὸν μὲν ἄγων τεχνίτην, τὸν δὲ μόνον τεχνίτην, τὸν δὲ ὑποβεβηκότα, τὸν δὲ χείρονα, τὸν δ' ἀπρόκοπον, οὕτως ἐστὶν εὑρεῖν ἐπὶ πασῶν τῶν τεχνῶν καὶ διαφόροις ἐργαλείοις καὶ ἀγωγαῖς τὴν αὐτὴν τέχνην ἐργαζομένους καὶ διαφόρους ἔχοντας τὸ νοερὸν καὶ ἐπιτευκτικόν. Καὶ μάλιστα ὑπὲρ πάσας τὰς τέχνας, ἐν τῇ ἱερατικῇ ταῦτά ἐστι θεωρῆσαι. Φέρε εἰπεῖν κατεαγότος ὀστέου, ἐὰν εὑρεθῇ ἱερεὺς ὃς τόδε διὰ τῆς ἰδίας δεισιδαιμονίας ποιῶν, κολλᾷ τὸ ὀστοῦν, ὥστε καὶ τρισμὸν ἀκοῦσαι συνερχομένων εἰς ἄλληλα τῶν ὀστέων. Ἐὰν δὲ μὴ εὑρεθῇ ἱερεὺς, οὐ μὴ φοβηθῇ ἄνθρωπος ἀποθανεῖν, ἀλλὰ φέρωνται ἰατροὶ ἔχοντες βίβλους κατὰ ζωγράφους γραμμικὰς σκιαστὰς ἐχούσας γραμμάς· καὶ ὁσαιδηποτοῦν εἰσι γραμμαὶ, καὶ ἀπὸ βιβλίου περι δεσμεῖται ὁ ἄνθρωπος μηχανικῶς καὶ ζῇ χρόνον τινὰ, τὴν ὑγείαν πορισάμενος· καὶ οὐδήπου ἐφίεται ἄνθρωπος ἀποθανεῖν διὰ τὸ μὴ εὑρηκέναι ἱερέα ὀστοδέτην. Οὗτοι δὲ ἀποτυχόντες τῷ λιμῷ τελευτῶσι μὴ καταξιοῦντες τὴν ὀστοδητικὴν τῶν καμίνων διαγραφὴν νοῆσαι καὶ ποιῆσαι, ἵνα μακάριοι γενόμενοι νικήσωσι πενίαν, τὴν ἀνίατον νόσον. Καὶ ταῦτα μὲν ἐπὶ τοσοῦτον.
Ἐγὼ δὲ ἐπὶ τὸ προκείμενον ἐλεύσομαι, ὡς ἔστι περὶ ὀργάνων. Λαβὼν γάρ σου τὰς ἐπιστολὰς ἃς ἔγραψας, εὗρόν σε παρακαλοῦσαν ὅπως καὶ τὴν τῶν ὀργάνων ἔκδοσίν σοι συγγράψω. Ἐθαύμασα δέ σε ὅτιπερ καὶ τὰ μὴ ὀφείλοντα συγγράφεις τυχεῖν παρ' ἐμοῦ, ἢ οὐκ ἤκουσας τοῦ φιλοσόφου λέγοντος ὅτι ταῦτα ἐκὼν παρεσιώπησα διὰ τὸ ἀφθόνως αὐτὰ ἐγκεῖσθαι καὶ ἐν ταῖς ἄλλαις μου γραφαῖς. Σὺ δὲ παρ' ἐμοῦ ταῦτα μαθεῖν ἠβουλήθης· ἀλλὰ μὴ οἴου ἀξιοπιστότερον ἐμὲ τῶν ἀρχαίων ξυγγράψαι. Γίνωσκε ὡς οὐκ ἂν δυναίμην. Ἀλλ' ἵνα καὶ πάντα τὰ παρ' ἐκείνων λαληθέντα νοήσωμεν τοίνυν τὰ παρ' ἐκείνων σοι ὑποθήσω. Ἔχει δὲ οὕτως. Βίκος ὑέλεος, σωλὴν ὀστράκινος μῆκος πήχεως ἑνός. Λωπὰς ἢ ἄγγος στενόστομον ἐν ᾧ ἢ τῷ σωλῆνι τὸ πάχος βικίῳ τῷ στόματι αὐτοῦ.
Ὁ δὲ τύπος οὗτοσ. Ἔχειν δὲ δεῖ ἐπίλιθον κρατηρίαν ὕδατος, καὶ παραψᾶν σπόγγῳ τὸ ἄγγος, καὶ ἐπὶ τῶν αἰθαλῶν καὶ τῆς ὑδραργύρου τὸ αὐτό. Ἔξεστι δὲ ἐν τῷ φανῷ καὶ τοῖς ὁμοίοις ὀργάνοις ἔχουσιν ἐγκάθισμα ὡσεὶ δρακοντῶδες πήσσειν τὴν ὑδράργυ ρον, καὶ ξανθὴν αὐτὴν καθιστᾶν διὰ τῆς τοῦ θείου ἀναθυμιάσεως, τῶν ἀρχαίων γραφῶν τοῦτο παρεγγυουσῶν. Ἀμοιροῦντος μὲν τοῦ φανοῦ Κρόνον, καὶ ἐπιθαυμάσεις ἐπὶ ταύτῃ τῇ γραφῇ ὅτι δύο μυς τήρια ἐν αὐτῇ ἐκρύβη φανερὰ, καὶ οὐ ζητοῦμεν [ὅτι] πῶς ἡ τοῦ θείου αἰθάλη λευκαίνουσα τὴν ὑδράργυρον ξανθὴν ἀναδείκνυσιν· μήτι γε καυθείσης αὐτῆς ἐστι τοῦτο· ἔτι δὲ καὶ αὐτὴ λευκὴ οὖσα καὶ δυνάμει καὶ ἐνεργείᾳ ὑπὸ λευκοῦ καιομένη καὶ πηγνυμένη, ὅπως ξανθὴ ἔρχεται.
Ὁ δὲ τύπος οὗτοσ. Ἔχειν δὲ δεῖ ἐπίλιθον κρατηρίαν ὕδατος, καὶ παραψᾶν σπόγγῳ τὸ ἄγγος, καὶ ἐπὶ τῶν αἰθαλῶν καὶ τῆς ὑδραργύρου τὸ αὐτό. Ἔξεστι δὲ ἐν τῷ φανῷ καὶ τοῖς ὁμοίοις ὀργάνοις ἔχουσιν ἐγκάθισμα ὡσεὶ δρακοντῶδες πήσσειν τὴν ὑδράργυ ρον, καὶ ξανθὴν αὐτὴν καθιστᾶν διὰ τῆς τοῦ θείου ἀναθυμιάσεως, τῶν ἀρχαίων γραφῶν τοῦτο παρεγγυουσῶν. Ἀμοιροῦντος μὲν τοῦ φανοῦ Κρόνον, καὶ ἐπιθαυμάσεις ἐπὶ ταύτῃ τῇ γραφῇ ὅτι δύο μυς τήρια ἐν αὐτῇ ἐκρύβη φανερὰ, καὶ οὐ ζητοῦμεν [ὅτι] πῶς ἡ τοῦ θείου αἰθάλη λευκαίνουσα τὴν ὑδράργυρον ξανθὴν ἀναδείκνυσιν· μήτι γε καυθείσης αὐτῆς ἐστι τοῦτο· ἔτι δὲ καὶ αὐτὴ λευκὴ οὖσα καὶ δυνάμει καὶ ἐνεργείᾳ ὑπὸ λευκοῦ καιομένη καὶ πηγνυμένη, ὅπως ξανθὴ ἔρχεται.
Ἔδει τοίνυν τοὺς νέους πρό γε πάντων ταῦτα ζητεῖν. Τὸ δὲ ἕτερον μυστήριον οἶμαι μὴ μόνην αὐτὴν πήγνυσθαι, ἀλλὰ καὶ μεθ' ὅλου τοῦ συνθέματος. Τὰ μέντοι ὄργανα εἰς ἃ γίνεται καὶ ὕδωρ θείου ἄθικτον, καὶ πῆξις ὑδραργύρου, καὶ μαλαγμάτων ποτίσεις, καὶ βαφὴ μαλαγμάτων, ἐστὶ ταῦτα. Ὅτι ἀπὸ ἀσκιάστου χαλκοῦ ἰὸς γενόμενος ξανθωθεὶς αἰθαλοῦ ται· καὶ ἀποτίθεται ἐν μέλιτι λευκῷ.
Ὅτι καὶ τὸ μάλαγμα τὸ ἀπὸ τοῦ ἡμετέρου χαλκοῦ ξανθω θὲν ποιεῖ ἀντ' αὐτοῦ ἧττον δέ· ὅλα δὲ αὐτὰ κεῖται παρὰ Ἀγαθοδαίμονι. Ὅτι καὶ τὸ μάλαγμα τὸ διὰ σκωριδίου βάλε ἐμφανῶς, καὶ πῆξον τῇ αἰθάλῃ τῶν θείων τῶν ἀναθυμιωμένων, ἵνα γένηται ὡς κιννάβαρις. Εἶτα βαλὼν εἰς βούκλας ἢ ληκύθια καὶ ἐκτείνας, χρῶ ὡς ἔχει ὀπίσω. Ὡς φαίνεται οὖν, ὅλα τὰ εἴδη τὰ ἐξ αἰθαλῶν ὁ Ἀγαθοδαί μων, οἷον χρυσόκολλαν, καὶ ἐτήσιον, καὶ χρυσάνθιον, καὶ ἁπλῶς πάντα εἰς τὴν καταβαφὴν τοῦ ἀργύρου κέκραται, ὡς ἔχει αὐτοῦ ἡ ὑστέρα τάξις. Αἰθάλας δὲ βάλλει, ἵνα μὴ σκωριάσῃ ὁ ἄργυρος, ἢ ἀπουσιάσῃ τῶν παχέων σωμάτων καὶ γεωδεστέρων εἰωθότων καίεσθαι καὶ φρύγεσθαι.
Ὅτι καὶ τὸ μάλαγμα τὸ ἀπὸ τοῦ ἡμετέρου χαλκοῦ ξανθω θὲν ποιεῖ ἀντ' αὐτοῦ ἧττον δέ· ὅλα δὲ αὐτὰ κεῖται παρὰ Ἀγαθοδαίμονι. Ὅτι καὶ τὸ μάλαγμα τὸ διὰ σκωριδίου βάλε ἐμφανῶς, καὶ πῆξον τῇ αἰθάλῃ τῶν θείων τῶν ἀναθυμιωμένων, ἵνα γένηται ὡς κιννάβαρις. Εἶτα βαλὼν εἰς βούκλας ἢ ληκύθια καὶ ἐκτείνας, χρῶ ὡς ἔχει ὀπίσω. Ὡς φαίνεται οὖν, ὅλα τὰ εἴδη τὰ ἐξ αἰθαλῶν ὁ Ἀγαθοδαί μων, οἷον χρυσόκολλαν, καὶ ἐτήσιον, καὶ χρυσάνθιον, καὶ ἁπλῶς πάντα εἰς τὴν καταβαφὴν τοῦ ἀργύρου κέκραται, ὡς ἔχει αὐτοῦ ἡ ὑστέρα τάξις. Αἰθάλας δὲ βάλλει, ἵνα μὴ σκωριάσῃ ὁ ἄργυρος, ἢ ἀπουσιάσῃ τῶν παχέων σωμάτων καὶ γεωδεστέρων εἰωθότων καίεσθαι καὶ φρύγεσθαι.
http://seliniartemisekati.blogspot.gr/
- Επιτρέπεται η αναδημοσίευση του περιεχομένου της ιστοσελίδας εφόσον
αναφέρεται ευκρινώς η πηγή του και υπάρχει ενεργός σύνδεσμος(link ). Νόμος
2121/1993 και κανόνες Διεθνούς Δικαίου που ισχύουν στην Ελλάδα.
ΕΠΙΣΗΜΑΝΣΗ
Ορισμένα αναρτώμενα από το διαδίκτυο κείμενα ή
εικόνες (με σχετική σημείωση της πηγής), θεωρούμε ότι είναι δημόσια. Αν
υπάρχουν δικαιώματα συγγραφέων, παρακαλούμε ενημερώστε μας για να τα
αφαιρέσουμε. Επίσης σημειώνεται ότι οι απόψεις του ιστολόγιου μπορεί να μην
συμπίπτουν με τα περιεχόμενα του άρθρου. Για τα άρθρα που δημοσιεύονται εδώ,
ουδεμία ευθύνη εκ του νόμου φέρουμε καθώς απηχούν αποκλειστικά τις απόψεις των
συντακτών τους και δεν δεσμεύουν καθ’ οιονδήποτε τρόπο το ιστολόγιο.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου