Τρίτη 11 Απριλίου 2023

Ψυχῆς κίνησις [Πλάτων, Τίμαιος Β] / Movements of the soul [Plato, Timaeus II] / Movimenti dell'anima [Platone, Timeo II]

Ψυχῆς κίνησις

 Ταύτην οὖν τὴν σύστασιν πᾶσαν διπλῆν κατὰ μῆκος σχίσας, μέσην πρὸς μέσην ἑκατέραν ἀλλήλαις οἷον χεῖ προσβαλὼν κατέκαμψεν εἰς ἓν κύκλῳ, συνάψας αὑταῖς τε καὶ ἀλλήλαις ἐν τῷ καταντικρὺ τῆς προσβολῆς, καὶ τῇ κατὰ ταὐτὰ ἐν ταὐτῷ περιαγομένῃ κινήσει πέριξ αὐτὰς ἔλαβεν, καὶ τὸν μὲν ἔξω, τὸν δ’ ἐντὸς ἐποιεῖτο τῶν κύκλων. Τὴν μὲν οὖν ἔξω φορὰν ἐπεφήμισεν εἶναι τῆς ταὐτοῦ φύσεως, τὴν δ’ ἐντὸς τῆς θατέρου.

Τὴν μὲν δὴ ταὐτοῦ κατὰ πλευρὰν ἐπὶ δεξιὰ περιήγαγεν, τὴν δὲ θατέρου κατὰ διάμετρον ἐπ’ ἀριστερά, κράτος δ’ ἔδωκεν τῇ ταὐτοῦ καὶ ὁμοίου περιφορᾷ· μίαν γὰρ αὐτὴν ἄσχιστον εἴασεν, τὴν δ’ ἐντὸς σχίσας ἑξαχῇ ἑπτὰ κύκλους ἀνίσους κατὰ τὴν τοῦ διπλασίου καὶ τριπλασίου διάστασιν ἑκάστην, οὐσῶν ἑκατέρων τριῶν, κατὰ τἀναντία μὲν ἀλλήλοις προσέταξεν ἰέναι τοὺς κύκλους, τάχει δὲ τρεῖς μὲν ὁμοίως, τοὺς δὲ τέτταρας ἀλλήλοις καὶ τοῖς τρισὶν ἀνομοίως, ἐν λόγῳ δὲ φερομένους.

  Ἐπεὶ δὲ κατὰ νοῦν τῷ συνιστάντι πᾶσα ἡ τῆς ψυχῆς σύστασις ἐγεγένητο, μετὰ τοῦτο πᾶν τὸ σωματοειδὲς ἐντὸς αὐτῆς ἐτεκταίνετο καὶ μέσον μέσῃ συναγαγὼν προσήρμοττεν· ἡ δ’ ἐκ μέσου πρὸς τὸν ἔσχατον οὐρανὸν πάντῃ διαπλακεῖσα κύκλῳ τε αὐτὸν ἔξωθεν περικαλύψασα, αὐτὴ ἐν αὑτῇ στρεφομένη, θείαν ἀρχὴν ἤρξατο ἀπαύστου καὶ ἔμφρονος βίου πρὸς τὸν σύμπαντα χρόνον. Καὶ τὸ μὲν δὴ σῶμα ὁρατὸν οὐρανοῦ γέγονεν, αὐτὴ δὲ ἀόρατος μέν, λογισμοῦ δὲ μετέχουσα καὶ ἁρμονίας ψυχή, τῶν νοητῶν ἀεί τε ὄντων ὑπὸ τοῦ ἀρίστου ἀρίστη γενομένη τῶν γεννηθέντων. Ἅτε οὖν ἐκ τῆς ταὐτοῦ καὶ τῆς θατέρου φύσεως ἔκ τε οὐσίας τριῶν τούτων συγκραθεῖσα μοιρῶν, καὶ ἀνὰ λόγον μερισθεῖσα καὶ συνδεθεῖσα, αὐτή τε ἀνακυκλουμένη πρὸς αὑτήν, ὅταν οὐσίαν σκεδαστὴν ἔχοντός τινος ἐφάπτηται καὶ ὅταν ἀμέριστον, λέγει κινουμένη διὰ πάσης ἑαυτῆς ὅτῳ τ’ ἄν τι ταὐτὸν ᾖ καὶ ὅτου ἂν ἕτερον, πρὸς ὅτι τε μάλιστα καὶ ὅπῃ καὶ ὅπως καὶ ὁπότε συμβαίνει κατὰ τὰ γιγνόμενά τε πρὸς ἕκαστον ἕκαστα εἶναι καὶ πάσχειν καὶ πρὸς τὰ κατὰ ταὐτὰ ἔχοντα ἀεί.

  Λόγος δὲ ὁ κατὰ ταὐτὸν ἀληθὴς γιγνόμενος περί τε θάτερον ὂν καὶ περὶ τὸ ταὐτόν, ἐν τῷ κινουμένῳ ὑφ’ αὑτοῦ φερόμενος ἄνευ φθόγγου καὶ ἠχῆς, ὅταν μὲν περὶ τὸ αἰσθητὸν γίγνηται καὶ ὁ τοῦ θατέρου κύκλος ὀρθὸς ἰὼν εἰς πᾶσαν αὐτοῦ τὴν ψυχὴν διαγγείλῃ, δόξαι καὶ πίστεις γίγνονται βέβαιοι καὶ ἀληθεῖς, ὅταν δὲ αὖ περὶ τὸ λογιστικὸν ᾖ καὶ ὁ τοῦ ταὐτοῦ κύκλος εὔτροχος ὢν αὐτὰ μηνύσῃ, νοῦς ἐπιστήμη τε ἐξ ἀνάγκης ἀποτελεῖται· τούτω δὲ ἐν ᾧ τῶν ὄντων ἐγγίγνεσθον, ἄν ποτέ τις αὐτὸ ἄλλο πλὴν ψυχὴν εἴπῃ, πᾶν μᾶλλον ἢ τἀληθὲς ἐρεῖ.

Μετάφραση: Ὅλην λοιπὸν τὴν σύστασιν ταύτην σχίσας εἰς δυὸ κατὰ μῆκος καὶ θέσας τὸ ἓν ἥμισυ ἐπὶ τοῦ ἄλλου εἰς σχῆμα Χ τὰ ἔκαμψεν εἰς κύκλον, ἐνώσας αὐτὰ ἕκαστον πρὸς ἑαυτὸ (τὰ ἄκρα των) καὶ ἀμφότερα μεταξὺ των εἰς τὸ σημεῖον τοῦ κύκλου τὸ ἀντίθετον εἰς τὴν πρώτην τομὴν 68   αὐτῶν, καὶ ἐπέβαλεν εἰς αὐτὰ τὴν κίνησιν ἐκείνην, ἥτις στρέφεται πάντοτε κατὰ τὸν αὐτὸν τρόπον καὶ εἰς τὸν αὐτὸν τόπον. Καὶ τὸν ἕνα ἐκ τῶν κύκλων ἔθεσεν ἔξω, τὸν δὲ ἄλλον ἐντός. Καὶ τὴν μὲν ἐξωτερικὴν κίνησιν τοῦ κύκλου ἐδήλωσε ρητῶς ὅτι εἶναι τῆς φύσεως τοῦ ἀμεταβλήτου (ταύτου), τὴν δὲ ἐσωτερικήν της τοῦ ἑτέρου, καὶ τὴν μὲν τοῦ ταυτοῦ ἔστρεψε πρὸς τὰ δεξιὰ κατὰ τὴν πλευρὰν (ὀρθογωνίως), τὴν δὲ κίνησιν τοῦ ἑτέρου πρὸς τὰ ἀριστερὰ κατὰ τὴν διαγώνιον 69  . Ἔδωκε δὲ τὴν ἐπικράτησιν εἰς τὴν περιφοράν, ἥτις εἶναι ἡ αὐτὴ καὶ ὅμοια πρὸς ἑαυτήν, καὶ ἀφῆκεν αὐτὴν μίαν καὶ ἄσχιστον, ἀλλὰ τὴν ἐσωτερικὴν σχίσας ἑξάκις εἰς ἑπτὰ κύκλους ἀνίσους 70 κατὰ τὰ διπλάσια καὶ τριπλάσια διαστήματα, τὰ ὁποῖα εἶναι τρία· καὶ τὰ μὲν καὶ τὰ δὲ (εἰς ἑκάστην πρόοδον) 71 ἐπρόσταξεν εἰς τοὺς κύκλους νὰ κινῶνται κατ’ ἀντίθετον πρὸς ἀλλήλους διεύθυνσιν, καὶ ως πρὸς τὴν ταχύτητα τρεῖς μὲν ἐξ ἴσου, οἱ δὲ ἄλλοι τέσσαρες ἀνίσως πρὸς ἀλλήλους καὶ πρὸς τοὺς τρεῖς ἐκείνους, ἀλλὰ πάντοτε κανονικῶς νὰ κινῶνται 72.

  Ὄτε δὲ ὅλη ἡ σύστασις τῆς ψυχῆς (τοῦ κόσμου) εἶχε γίνει κατὰ τὸ θέλημα ἐκείνου ὅστις τὴν ἐσύστησε, μετὰ τοῦτο 73 ὅλον τὸ ἔχον φύσιν σώματος ἐντὸς αὐτῆς τὸ κατεσκεύασε καὶ τὸ συνήρμοσε συνδέων τὸ κέντρον τοῦ ἑνὸς μὲ τὸ κέντρον τῆς ἄλλης. Αὕτη δὲ (ἡ ψυχή) ἐκ τοῦ κέντρου μέχρι τῶν ἄκρων του οὐρανοῦ διαχυθεῖσα καὶ ὁλόγυρα περικαλύψασα αὐτὸν ἔξωθεν, καὶ αὐτὴ στρεφομένη ἐντὸς ἑαυτῆς ἤρχισε τὴν πρώτην ἔναρξιν ζωῆς διηνεκοῦς καὶ φρονίμου κατὰ τὸν ἅπαντα χρόνον 74. Καὶ τὸ μὲν σῶμα τοῦ κόσμου ἐδημιουργήθη ὁρατόν, αὐτὴ ὅμως ἡ ψυχὴ ἔγινεν ἀόρατος, ἀλλὰ μέτοχος λόγου καὶ ἁρμονίας, ὑπὸ τοῦ ἀρίστου τῶν νοητῶν καὶ αἰωνίων ὄντων γεννηθεῖσα ἀρίστη πάντων ὅσα ἐγεννήθησαν. Ἐπειδὴ λοιπὸν ἔγινεν ἐκ τῆς μίξεως τῶν τριῶν τούτων μερῶν, ἤτοι ἐκ τῆς φύσεως τοῦ ταυτοῦ καὶ τῆς τοῦ ἑτέρου καὶ ἐκ τῆς (τρίτης) οὐσίας, καὶ κατ’ ἀναλογίαν διηρέθη καὶ συνεδέθη 75 καὶ αὐτὴ εἰς ἑαυτὴν περιστρέφεται, ὅταν συναντᾶται μὲ πράγμα ἔχον φύσιν διαιρετήν, καὶ ἀκόμη 76 ὅταν μὲ ἄλλο τί ἀδιαίρετον, κινουμένη ὅλη ἐντὸς ἑαυτῆς λέγει μὲ τί εἶναι τοῦτο ταυτὸν καὶ ἀπὸ τί εἶναι διάφορον, καὶ κατ’ ἀναφορὰν πρὸς τί ἐξόχως καὶ ποῦ καὶ πῶς καὶ πότε συμβαίνει εἰς τὸν κόσμον τῶν γινομένων ἕκαστον πράγμα νὰ εἶναι καὶ νὰ πάσχῃ σχετικῶς πρὸς ἄλλα 77, οὕτω δὲ καὶ εἰς τὸν κόσμον τῶν αἰωνίων καὶ ἀναλλοιώτων.

  λόγος δὲ οὗτος, ὅστις μετέχων τοῦ ταυτοῦ εἶναι ἀληθής, εἴτε ἀντικείμενον ἔχει τὸ ἕτερον εἴτε τὸ ταυτό, φερόμενος ἄνευ ἤχου καὶ φωνῆς ἐντὸς τοῦ ἀφ’ ἑαυτοῦ κινουμένου (τῆς ψυχῆς), ὅταν μὲν ἔρχηται εἰς σχέσιν μὲ τὸ αἰσθητόν, καὶ ὁ κύκλος τοῦ ἑτέρου, ὀρθὸς ὢν τὸ ἀναγγέλλῃ εἰς ὅλην τὴν ψυχὴν αὐτοῦ 78 τότε γεννῶνται αἱ γνῶμαι καὶ αἱ πίστεις αἱ βέβαιαι καὶ ἀληθεῖς. Ὅταν ὅμως ἔρχηται εἰς σχέσεις μὲ τὸ λογικὸν (νοητόν) καὶ ὁ κύκλος τοῦ ταυτοῦ, τρέχων καλῶς, τὸ ἀναγγέλλῃ, τότε ἀποτελεῖται ἀναγκαίως ἡ διάνοια καὶ ἡ ἐπιστήμη. Ἐκεῖνο δὲ τὸ ὃν εἰς τὸ ὁποῖον καὶ αἱ δυὸ αὕται γνώσεις γίνονται, ἐὰν τὶς εἴπῃ ὅτι εἶναι ἄλλο πράγμα πλὴν τῆς ψυχῆς, κάθε ἄλλο λέγει παρὰ τὴν ἀλήθειαν 79  

Πηγή:

https://www.astrologicon.org/platon/platon-timaeus-2.html#10

https://seliniartemisekati.blogspot.com/ - Επιτρέπεται η αναδημοσίευση του περιεχομένου της ιστοσελίδας εφόσον αναφέρεται ευκρινώς η πηγή του και υπάρχει ενεργός σύνδεσμος (link). Νόμος 2121/1993 και κανόνες Διεθνούς Δικαίου που ισχύουν στην Ελλάδα.
ΕΠΙΣΗΜΑΝΣΗ
Ορισμένα αναρτώμενα από το διαδίκτυο κείμενα ή εικόνες (με σχετική σημείωση της πηγής), θεωρούμε ότι είναι δημόσια. Αν υπάρχουν δικαιώματα συγγραφέων, παρακαλούμε ενημερώστε μας για να τα αφαιρέσουμε. Επίσης σημειώνεται ότι οι απόψεις του ιστολογίου μπορεί να μην συμπίπτουν με τα περιεχόμενα του άρθρου. Για τα άρθρα που δημοσιεύονται εδώ, ουδεμία ευθύνη εκ του νόμου φέρουμε καθώς απηχούν αποκλειστικά τις απόψεις των συντακτών τους και δεν δεσμεύουν καθ’ οιονδήποτε τρόπο το ιστολόγιο.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου