Δευτέρα 10 Απριλίου 2023

Περὶ κόσμου κινήσεως καὶ περὶ χρόνου, [Πλάτων, Τίμαιος Β] / On the world of motion and on time, [Plato, Timaeus II] / Sul mondo del moto e sul tempo, [Platone, Timeo II]

Περὶ κόσμου κινήσεως καὶ περὶ χρόνου

 Ὡς δὲ κινηθὲν αὐτὸ καὶ ζῶν ἐνόησεν τῶν ἀϊδίων θεῶν γεγονὸς ἄγαλμα ὁ γεννήσας πατήρ, ἠγάσθη τε καὶ εὐφρανθεὶς ἔτι δὴ μᾶλλον ὅμοιον πρὸς τὸ παράδειγμα ἐπενόησεν ἀπεργάσασθαι. Καθάπερ οὖν αὐτὸ τυγχάνει ζῷον ἀίδιον ὄν, καὶ τόδε τὸ πᾶν οὕτως εἰς δύναμιν ἐπεχείρησε τοιοῦτον ἀποτελεῖν.

  Ἡ μὲν οὖν τοῦ ζῴου φύσις ἐτύγχανεν οὖσα αἰώνιος, καὶ τοῦτο μὲν δὴ τῷ γεννητῷ παντελῶς προσάπτειν οὐκ ἦν δυνατόν· εἰκὼ δ’ ἐπενόει κινητόν τινα αἰῶνος ποιῆσαι, καὶ διακοσμῶν ἅμα οὐρανὸν ποιεῖ μένοντος αἰῶνος ἐν ἑνὶ κατ’ ἀριθμὸν ἰοῦσαν αἰώνιον εἰκόνα, τοῦτον ὃν δὴ χρόνον ὠνομάκαμεν. Ἡμέρας γὰρ καὶ νύκτας καὶ μῆνας καὶ ἐνιαυτούς, οὐκ ὄντας πρὶν οὐρανὸν γενέσθαι, τότε ἅμα ἐκείνῳ συνισταμένῳ τὴν γένεσιν αὐτῶν μηχανᾶται· ταῦτα δὲ πάντα μέρη χρόνου, καὶ τό τ’ ἦν τό τ’ ἔσται χρόνου γεγονότα εἴδη, ἃ δὴ φέροντες λανθάνομεν ἐπὶ τὴν ἀίδιον οὐσίαν οὐκ ὀρθῶς.

   Λέγομεν γὰρ δὴ ὡς ἦν ἔστιν τε καὶ ἔσται, τῇ δὲ τὸ ἔστιν μόνον κατὰ τὸν ἀληθῆ λόγον προσήκει, τὸ δὲ ἦν τό τ’ ἔσται περὶ τὴν ἐν χρόνῳ γένεσιν ἰοῦσαν πρέπει λέγεσθαι – κινήσεις γάρ ἐστον, τὸ δὲ ἀεὶ κατὰ ταὐτὰ ἔχον ἀκινήτως οὔτε πρεσβύτερον οὔτε νεώτερον προσήκει γίγνεσθαι διὰ χρόνου οὐδὲ γενέσθαι ποτὲ οὐδὲ γεγονέναι νῦν οὐδ’ εἰς αὖθις ἔσεσθαι, τὸ παράπαν τε οὐδὲν ὅσα γένεσις τοῖς ἐν αἰσθήσει φερομένοις προσῆψεν, ἀλλὰ χρόνου ταῦτα αἰῶνα μιμουμένου καὶ κατ’ ἀριθμὸν κυκλουμένου γέγονεν εἴδη – καὶ πρὸς τούτοις ἔτι τὰ τοιάδε, τό τε γεγονὸς εἶναι γεγονὸς καὶ τὸ γιγνόμενον εἶναι γιγνόμενον, ἔτι τε τὸ γενησόμενον εἶναι γενησόμενον καὶ τὸ μὴ ὂν μὴ ὂν εἶναι, ὧν οὐδὲν ἀκριβὲς λέγομεν. Περὶ μὲν οὖν τούτων τάχ’ ἂν οὐκ εἴη καιρὸς πρέπων ἐν τῷ παρόντι διακριβολογεῖσθαι.

Χρόνος δ’ οὖν μετ’ οὐρανοῦ γέγονεν, ἵνα ἅμα γεννηθέντες ἅμα καὶ λυθῶσιν, ἄν ποτε λύσις τις αὐτῶν γίγνηται, καὶ κατὰ τὸ παράδειγμα τῆς διαιωνίας φύσεως, ἵν’ ὡς ὁμοιότατος αὐτῷ κατὰ δύναμιν ᾖ· τὸ μὲν γὰρ δὴ παράδειγμα πάντα αἰῶνά ἐστιν ὄν, ὁ δ’ αὖ διὰ τέλους τὸν ἅπαντα χρόνον γεγονώς τε καὶ ὢν καὶ ἐσόμενος. Ἐξ οὖν λόγου καὶ διανοίας θεοῦ τοιαύτης πρὸς χρόνου γένεσιν, ἵνα γεννηθῇ χρόνος, ἥλιος καὶ σελήνη καὶ πέντε ἄλλα ἄστρα, ἐπίκλην ἔχοντα πλανητά, εἰς διορισμὸν καὶ φυλακὴν ἀριθμῶν χρόνου γέγονεν· σώματα δὲ αὐτῶν ἑκάστων ποιήσας ὁ θεὸς ἔθηκεν εἰς τὰς περιφορὰς ἃς ἡ θατέρου περίοδος ᾔειν, ἑπτὰ οὔσας ὄντα ἑπτά, σελήνην μὲν εἰς τὸν περὶ γῆν πρῶτον, ἥλιον δὲ εἰς τὸν δεύτερον ὑπὲρ γῆς, ἑωσφόρον δὲ καὶ τὸν ἱερὸν Ἑρμοῦ λεγόμενον εἰς [τὸν] τάχει μὲν ἰσόδρομον ἡλίῳ κύκλον ἰόντας, τὴν δὲ ἐναντίαν εἰληχότας αὐτῷ δύναμιν· ὅθεν καταλαμβάνουσίν τε καὶ καταλαμβάνονται κατὰ ταὐτὰ ὑπ’ ἀλλήλων ἥλιός τε καὶ ὁ τοῦ Ἑρμοῦ καὶ ἑωσφόρος.

 Τὰ δ’ ἄλλα οἷ δὴ καὶ δι’ ἃς αἰτίας ἱδρύσατο, εἴ τις ἐπεξίοι πάσας, ὁ λόγος πάρεργος ὢν πλέον ἂν ἔργον ὧν ἕνεκα λέγεται παράσχοι. Ταῦτα μὲν οὖν ἴσως τάχ’ ἂν κατὰ σχολὴν ὕστερον τῆς ἀξίας τύχοι διηγήσεως· ἐπειδὴ δὲ οὖν εἰς τὴν ἑαυτῷ πρέπουσαν ἕκαστον ἀφίκετο φορὰν τῶν ὅσα ἔδει συναπεργάζεσθαι χρόνον, δεσμοῖς τε ἐμψύχοις σώματα δεθέντα ζῷα ἐγεννήθη τό τε προσταχθὲν ἔμαθεν, κατὰ δὴ τὴν θατέρου φορὰν πλαγίαν οὖσαν, διὰ τῆς ταὐτοῦ φορᾶς ἰούσης τε καὶ κρατουμένης, τὸ μὲν μείζονα αὐτῶν, τὸ δ’ ἐλάττω κύκλον ἰόν, θᾶττον μὲν τὰ τὸν ἐλάττω, τὰ δὲ τὸν μείζω βραδύτερον περιῄειν.

Τῇ δὴ ταὐτοῦ φορᾷ τὰ τάχιστα περιιόντα ὑπὸ τῶν βραδύτερον ἰόντων ἐφαίνετο καταλαμβάνοντα καταλαμβάνεσθαι· πάντας γὰρ τοὺς κύκλους αὐτῶν στρέφουσα ἕλικα διὰ τὸ διχῇ κατὰ τὰ ἐναντία ἅμα προϊέναι τὸ βραδύτατα ἀπιὸν ἀφ’ αὑτῆς οὔσης ταχίστης ἐγγύτατα ἀπέφαινεν. Ἵνα δ’ εἴη μέτρον ἐναργές τι πρὸς ἄλληλα βραδυτῆτι καὶ τάχει καὶ τὰ περὶ τὰς ὀκτὼ φορὰς πορεύοιτο, φῶς ὁ θεὸς ἀνῆψεν ἐν τῇ πρὸς γῆν δευτέρᾳ τῶν περιόδων, ὃ δὴ νῦν κεκλήκαμεν ἥλιον, ἵνα ὅτι μάλιστα εἰς ἅπαντα φαίνοι τὸν οὐρανὸν μετάσχοι τε ἀριθμοῦ τὰ ζῷα ὅσοις ἦν προσῆκον, μαθόντα παρὰ τῆς ταὐτοῦ καὶ ὁμοίου περιφορᾶς.

 Νὺξ μὲν οὖν ἡμέρα τε γέγονεν οὕτως καὶ διὰ ταῦτα, ἡ τῆς μιᾶς καὶ φρονιμωτάτης κυκλήσεως περίοδος· μεὶς δὲ ἐπειδὰν σελήνη περιελθοῦσα τὸν ἑαυτῆς κύκλον ἥλιον ἐπικαταλάβῃ, ἐνιαυτὸς δὲ ὁπόταν ἥλιος τὸν ἑαυτοῦ περιέλθῃ κύκλον. Τῶν δ’ ἄλλων τὰς περιόδους οὐκ ἐννενοηκότες ἄνθρωποι, πλὴν ὀλίγοι τῶν πολλῶν, οὔτε ὀνομάζουσιν οὔτε πρὸς ἄλληλα συμμετροῦνται σκοποῦντες ἀριθμοῖς, ὥστε ὡς ἔπος εἰπεῖν οὐκ ἴσασιν χρόνον ὄντα τὰς τούτων πλάνας, πλήθει μὲν ἀμηχάνῳ χρωμένας, πεποικιλμένας δὲ θαυμαστῶς· ἔστιν δ’ ὅμως οὐδὲν ἧττον κατανοῆσαι δυνατὸν ὡς ὅ γε τέλεος ἀριθμὸς χρόνου τὸν τέλεον ἐνιαυτὸν πληροῖ τότε, ὅταν ἁπασῶν τῶν ὀκτὼ περιόδων τὰ πρὸς ἄλληλα συμπερανθέντα τάχη σχῇ κεφαλὴν τῷ τοῦ ταὐτοῦ καὶ ὁμοίως ἰόντος ἀναμετρηθέντα κύκλῳ.

  Κατὰ ταῦτα δὴ καὶ τούτων ἕνεκα ἐγεννήθη τῶν ἄστρων ὅσα δι’ οὐρανοῦ πορευόμενα ἔσχεν τροπάς, ἵνα τόδε ὡς ὁμοιότατον ᾖ τῷ τελέῳ καὶ νοητῷ ζῴῳ πρὸς τὴν τῆς διαιωνίας μίμησιν φύσεως.

Μετάφραση : Ἅμα δὲ ἐνόησεν ὅτι τοῦτο (τὸ πᾶν) ἐκινήθη καὶ ἔγινε ζωντανὴ εἰκὼν τῶν αἰωνίων Θεῶν (ἰδεῶν) 80 ὁ Πατήρ, ὁ γεννήσας αὐτό, τὸ ἐθαύμασε καὶ πλήρης χαρᾶς ἐσκέφθη νὰ τὸ καταστήσῃ ἀκόμη ὁμοιότερον μὲ τὸ παράδειγμα (πρότυπον). Ἐπειδὴ δὲ αὐτὸ ἦτο ζῷον αἰώνιον, οὕτω καὶ τὸ σύμπαν τοῦτο ἐπεχείρησε τοιοῦτο νὰ τὸ κάμῃ ὅσον ἦτο δυνατόν.

  Ἀλλὰ τὸ ζῷον ἐκεῖνο ἦτο φύσει αἰώνιον τοῦτο δὲ (τὴν αἰωνιότητα) δὲν ἦτο δυνατὸν παντελῶς νὰ προσάψῃ εἰς τὸ λαβὸν γέννησιν. Ἐπινοεῖ λοιπὸν νὰ κάμῃ εἰκόνα τῆς αἰωνιότητος κινητήν, καὶ τακτοποιῶν συνάμα τὸν οὐρανὸν κάμνει τῆς αἰωνιότητος, ἥτις μένει πάντοτε εἰς τὴν ἑνότητα (εἰς τὸ ἕν), αἰώνιον εἰκόνα, ἥτις προχωρεῖ (κινεῖται) κατ’ ἀριθμούς, καὶ εἶναι ἐκεῖνο τὸ ὁποῖον ἔχομεν ὀνομάσει χρόνον 81. Διότι τὰς ἡμέρας καὶ τὰς νύκτας καὶ τοὺς μήνας καὶ τοὺς ἐνιαυτούς, οἵτινες δὲν ἤσαν πρὶν ὁ οὐρανὸς γεννηθῇ, τότε ἐνῷ οὗτος ἐλάμβανεν ὕπαρξιν, ὁ δημιουργὸς παρήγαγε καὶ ταῦτα. Καὶ πάντα ταῦτα εἶναι μέρη τοῦ χρόνου, καὶ τὸ ἦτο καὶ τὸ θὰ εἶναι εἶναι εἴδη τοῦ χρόνου καὶ γενητά, τὰ ὁποία λεληθότως μεταφέρομεν ὄχι ὀρθῶς εἰς τὴν αἰώνιον οὐσίαν.

   Διότι λέγομεν βέβαια ὅτι αὕτη ἦτο καὶ εἶναι καὶ θὰ εἶναι, ἀλλ’ εἰς αὐτὴν ἀληθῶς εἰπεῖν ἁρμόζει μόνον τὸ εἶναι, τὸ δὲ ἦτο καὶ τὸ θὰ εἶναι πρέπει νὰ λέγωνται περὶ τῆς γενέσεως, ἥτις προβαίνει, ἐν χρόνῳ. Διότι τὰ δυὸ ταῦτα εἶναι κινήσεις, ἐνῷ ἐκεῖνο, ὅπερ εἶναι πάντοτε κατὰ τὸν αὐτὸν τρόπον ἀκινήτως, δὲν δύναται πότε νὰ γίνηται οὔτε πρεσβύτερον οὔτε νεώτερον, οὔτε νὰ ἔχῃ γίνη τώρα, οὔτε νὰ εἶναι εἰς τὸ μέλλον, οὔτε τὸ παράπαν ἄλλο τί ἀπὸ ὅσα ἡ γένεσις ἔδωκεν εἰς ἐκεῖνα, τὰ ὁποῖα κινοῦνται (καὶ ὑποπίπτουσιν) εἰς τὴν αἴσθησιν, ἀλλὰ ταῦτα εἶναι μορφαὶ τοῦ χρόνου, ὅστις μιμεῖται τὴν αἰωνιότητα καὶ στρέφεται κατ’ ἀριθμητικὰς ἀναφοράς. Καὶ ἀκόμη ἐκτὸς τούτων, ὅταν λέγωμεν ὅτι τὸ γεγονὸς εἶναι 82 γεγονός, καὶ ὅτι τὸ γινόμενον εἶναι γινόμενον, προσέτι δὲ ὅτι τὸ γενησόμενον εἶναι γενησόμενον καὶ τὸ μὴ ὂν εἶναι μὴ ὄν, οὐδὲν λέγομεν ἀκριβῶς. Περὶ τούτων ὅμως ἴσως δὲν εἶναι καιρὸς ἁρμόζων τώρα νὰ ἀκριβολογήσωμεν 83.

χρόνος λοιπόν ἐγεννήθη μετά τοῦ οὐρανοῦ, ἵνα καὶ οἱ δυὸ συγχρόνως γεννηθέντες συγχρόνως διαλυθώσιν, ἂν πότε συμβῇ νὰ διαλυθώσι, καὶ (ἐγεννήθη) κατὰ τὸ παράδειγμα τῆς αἰωνίου φύσεως, ὅπως ὅσον εἶναι δυνατὸν γίνῃ ὁμοιότατος μὲ αὐτό. Διότι τὸ παράδειγμα διατελεῖ ὑπάρχον κατὰ πᾶσαν τὴν αἰωνιότητα, ὁ δὲ χρόνος μέχρι τέλους ἀπ’ ἀρχῆς εἶναι τοιοῦτος, ὥστε εἶναι καὶ θὰ εἶναι γεγενημένος. Ἐκ τοιούτου λοιπὸν λόγου 84 καὶ ἐκ τοιαύτης διανοήσεως τοῦ θεοῦ, ὡς πρὸς τὴν γένεσιν τοῦ χρόνου, ἵνα γεννηθῇ ὁ χρόνος, ἐγεννήθησαν ὁ Ἥλιος, ἡ Σελήνη καὶ πέντε ἄλλα ἄστρα, τὰ ὁποῖα ὀνομάζονται πλανῆται, κατάλληλοι πρὸς διάκρισιν καὶ διατήρησιν τῶν ἀριθμῶν τοῦ χρόνου. Ὄτε δὲ τὰ σώματα ἑκάστου αὐτῶν ἔπλασεν ὁ θεός, τὰ ἔθεσεν εἰς τὰς τροχιάς, εἰς τὰς ὁποίας ἐκινεῖτο ἡ περιστροφὴ τοῦ ἑτέρου, καὶ αἴτινες ἦσαν ἑπτά, διότι ἑπτὰ ἦσαν τὰ ἄστρα. Καὶ τὴν μὲν Σελήνην ἔθεσεν εἰς τὴν πρώτην πέριξ τῆς γῆς, τὸν δὲ Ἥλιον εἰς τὴν δευτέραν ὑπεράνω τῆς γῆς. Τὸν δὲ Ἐωσφόρον (Ἀφροδίτη) καὶ τὸν λεγόμενον ἱερὸν τοῦ Ἑρμοῦ ἀστέρα τοὺς ἔκαμε νὰ κινῶνται εἰς κύκλον, ὅστις κατὰ τὴν ταχύτητα τρέχει ἴσα μὲ τὸν τοῦ Ἡλίου ἀλλὰ κατ’ ἐναντίαν πρὸς τοῦτον τάσιν. Ὅθεν ὁ Ἥλιος καὶ ὁ Ἑρμῆς καὶ ὁ Ἐωσφόρος (Ἀφροδίτη) καταφθάνουσιν ὁ εἷς τὸν ἄλλον καὶ καταφθάνονται ὑπ’ ἀλλήλων κατὰ τὸν αὐτὸν τρόπον.

 Ὡς πρὸς δὲ τοὺς ἄλλους ποῦ καὶ διὰ ποῖας αἰτίας ἐτοποθέτησεν αὐτούς, ἐὰν τὶς θελήσῃ νὰ ἐξετάσῃ ὄλας, ὁ λόγος οὗτος, πάρεργος ὤν, ἤθελεν ἀπαιτήσει ἐργασίαν περισσοτέραν παρὰ τὸ ἀντικείμενον ἕνεκα τοῦ ὁποίου λέγεται. Ἀλλὰ ταῦτα ὕστερον μὲ ἄνεσιν δύνανται ἐπαξίως νὰ ἐξηγηθώσιν. Ὄτε λοιπὸν ἔφθασεν εἰς τὴν ἁρμόζουσαν τροχιάν του ἕκαστον ἐξ ἐκείνων τῶν ἄστρων, τὰ ὁποία ἔπρεπε νὰ ἀποτελέσωσιν ὁμοῦ τὸν χρόνον, καὶ ὄτε τὰ σώματα αὐτῶν, δεθέντα μὲ δεσμοὺς ἐμψύχους, ἔγιναν ζῷα καὶ ἔμαθον ὅ,τι εἶχε προσταχθῇ εἰς αὐτά, τότε κινούμενα κατὰ τὴν κίνησιν τοῦ ἑτέρου, ἥτις στρέφεται πλαγίως ὡς πρὸς τὴν κίνησιν τοῦ ταυτοῦ καὶ δεσπόζεται ὑπ’ αὐτῆς, καὶ περιφερόμενα ἄλλο μὲν ἐξ αὐτῶν εἰς κύκλον μεγαλύτερον, ἄλλο δὲ εἰς μικρότερον, τὰ τὸν μικρότερον κύκλον πορευόμενα ἔκαμνον ταχύτερον τὴν περιφοράν των, ἐνῷ τὰ διανύοντα μείζονα κύκλον τὴν ἔκαμνον βραδύτερον.

Οὕτω διὰ τῆς κινήσεως τοῦ ταυτοῦ τὰ φερόμενα ταχύτερον ἐφαίνοντο ὅτι κατεφθάνοντο ὑπὸ τῶν κινουμένων βραδύτερον, εἰ καὶ κατέφθαναν ταῦτα. Διότι στρέφουσα ἡ κίνησις αὕτη ὅλους τους κύκλους αὐτῶν ἑλικοειδῶς, ἐπειδὴ οὗτοι ἐπροχώρουν συγχρόνως διὰ δυὸ ὁδῶν διαφόρων κατ’ ἐναντίαν διεύθυνσιν, τὸ ἀπερχόμενον βραδύτατα ἀπ’ αὐτῆς, ἥτις εἶναι ταχυτάτη, ἐφαίνετο πλησιέστατα εἰς αὐτήν 85. Καὶ διὰ νὰ ὑπάρχῃ ἓν φανερὸν μέτρον τῶν μεταξὺ αὐτῶν ἀναφορῶν βραδύτητος καὶ ταχύτητος, κατὰ τὸ ὁποῖον νὰ προβαίνωσιν εἰς τὰς ὀκτὼ περιφοράς των ὁ θεὸς ἤναψε φῶς εἰς τὸν κύκλον ὅστις εἶναι ὁ δεύτερος ὡς πρὸς τὴν γῆν, τὸ ὁποῖον ἔχομεν ἤδη ὀνομάσει Ἥλιον, διὰ νὰ φωτίζῃ ὅσον τὸ δυνατὸν ὄλον τὸν οὐρανὸν καὶ διὰ νὰ μετάσχωσι τοῦ ἀριθμοῦ ὅσα ζῷα ἔπρεπε νὰ μετάσχωσι, μανθάνοντα αὐτὸν ἀπὸ τὴν περιφορὰν τοῦ ταυτοῦ καὶ ὁμοίου.

  νὺξ λοιπὸν καὶ ἡ ἡμέρα ἔχουσιν οὕτω γεννηθῆ, αἱ ὁποῖαι εἶναι ἡ περίοδος τῆς μίας ἐκείνης καὶ σοφωτάτης κυκλικῆς κινήσεως 86, καὶ ὁ μήν, ὅταν ἡ Σελήνη διανύσασα τὸν κύκλον της συναντήσῃ πάλιν τὸν Ἥλιον, καὶ ὁ ἐνιαυτός, ὅταν ὁ Ἥλιος ἐπιτελέσῃ τὸν ἰδικόν του κύκλον. Τὰς περιόδους δὲ τῶν ἄλλων ἀστέρων μὴ ἐξετάσαντες οἱ ἄνθρωποι, πλὴν ὀλίγων ἐκ τῶν πολλῶν, οὔτε ὄνομα ἔδωκαν εἰς αὐτάς, οὔτε ἐσκέφθησαν νὰ μετρήσωσι τάς μεταξύ των ἀναφορὰς μὲ ἀριθμούς· ὥστε, οὕτως εἰπεῖν, δὲν γνωρίζουσιν ὅτι αἱ περιφοραὶ αὐτῶν εἶναι χρόνος, εἰ καὶ ἀπαιτούσιν ἄπειρον ποσὸν αὐτοῦ καὶ εἶναι θαυμασίως ποικίλαι. Εἶναι ὅμως οὒχ ἧττον εὔκολον νὰ κατανοήσωμεν, ὅτι ὁ τέλειος ἀριθμὸς τοῦ χρόνου τότε πληροῖ τὸν τέλειον ἐνιαυτόν, ὅταν αἱ ταχεῖαι πορεῖαι ὅλων τῶν ὀκτὼ περιόδων ἐκτελεσθεῖσαι συγχρόνως μεταξύ των ἐπανέλθωσιν εἰς τὸ σημεῖον τῆς ἀναχωρήσεώς των, μετρηθεῖσαι ὑπὸ τοῦ κύκλου τοῦ ταυτοῦ καὶ ὁμοιομόρφως κινουμένου 87.

  Ὠσαύτως καὶ χάριν τούτων ἐγεννήθησαν ὅσα ἐκ τῶν ἄστρων κινούμενα εἰς τὸν οὐρανόν, ἐπανέρχονται περιοδικῶς, ἵνα τοῦτο (τὸ σύμπαν ἢ τὸ αἰσθητὸν ζῷον) εἶναι ὅσον τὸ δυνατὸν ὁμοιότατον μὲ τὸ τελειότατον καὶ νοητὸν ζῷον, ὡς πρὸς τὴν μίμησιν τῆς αἰωνίας φύσεως.                         Πηγή:https://www.astrologicon.org/platon/platon-timaeus-2.html#10

https://seliniartemisekati.blogspot.com/ - Επιτρέπεται η αναδημοσίευση του περιεχομένου της ιστοσελίδας εφόσον αναφέρεται ευκρινώς η πηγή του και υπάρχει ενεργός σύνδεσμος (link). Νόμος 2121/1993 και κανόνες Διεθνούς Δικαίου που ισχύουν στην Ελλάδα.
ΕΠΙΣΗΜΑΝΣΗ
Ορισμένα αναρτώμενα από το διαδίκτυο κείμενα ή εικόνες (με σχετική σημείωση της πηγής), θεωρούμε ότι είναι δημόσια. Αν υπάρχουν δικαιώματα συγγραφέων, παρακαλούμε ενημερώστε μας για να τα αφαιρέσουμε. Επίσης σημειώνεται ότι οι απόψεις του ιστολογίου μπορεί να μην συμπίπτουν με τα περιεχόμενα του άρθρου. Για τα άρθρα που δημοσιεύονται εδώ, ουδεμία ευθύνη εκ του νόμου φέρουμε καθώς απηχούν αποκλειστικά τις απόψεις των συντακτών τους και δεν δεσμεύουν καθ’ οιονδήποτε τρόπο το ιστολόγιο.

Δεν υπάρχουν σχόλια:

Δημοσίευση σχολίου